Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.351 Joseph. AJ 5.356 (English) >>Joseph. AJ 5.361

5.354παρῆν τε οὖν κιβωτὸς καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς τοῦ πατρὸς αὐτοῖς ἐπιστείλαντος, εἰ ληφθείσης τῆς κιβωτοῦ ζῆν ἐθέλουσιν, εἰς ὄψιν αὐτῷ μὴ παραγίνεσθαι. Φινεέσης δὲ ἤδη καὶ ἱερᾶτο τοῦ πατρὸς αὐτῷ παρακεχωρηκότος διὰ τὸ γῆρας. 5.355θάρσος οὖν ἐπιγίνεται πολὺ τοῖς Ἑβραίοις ὡς διὰ τὴν ἄφιξιν τῆς κιβωτοῦ περιεσομένοις τῶν πολεμίων, κατεπλήττοντο δὲ οἱ πολέμιοι δεδιότες τὴν παρουσίαν τῆς κιβωτοῦ τοῖς Ἰσραηλίταις. ταῖς μέντοι γε ἑκατέρων προσδοκίαις οὐχ ὅμοιον ἀπήντησε τὸ ἔργον, 5.356ἀλλὰ συμβολῆς γενομένης ἣν μὲν ἤλπιζον νίκην Ἑβραῖοι τῶν Παλαιστίνων αὕτη γίνεται, ἣν δʼ ἐφοβοῦντο ἧτταν οὗτοι ταύτην Ἑβραῖοι παθόντες ἔγνωσαν αὐτοὺς μάτην ἐπὶ τῇ κιβωτῷ τεθαρσηκότας· ἐτράπησάν τε γὰρ εὐθὺς εἰς χεῖρας ἐλθόντες τῶν πολεμίων καὶ ἀπέβαλον εἰς τρισμυρίους, ἐν οἷς ἔπεσον καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς, τε κιβωτὸς ἤγετο πρὸς τῶν πολεμίων. 5.357

Ἀπαγγελθείσης δὲ τῆς ἥττης εἰς τὴν Σιλὼ καὶ τῆς αἰχμαλωσίας τῆς κιβωτοῦ, Βενιαμίτης γάρ τις αὐτοῖς ἄγγελος ἀφικνεῖται νεανίας παρατετευχὼς τῷ γεγονότι, πένθους ἀνεπλήσθη πᾶσα πόλις. 5.358καὶ Ἠλὶς ἀρχιερεύς, ἐκαθέζετο γὰρ καθʼ ἑτέρας τῶν πυλῶν ἐφʼ ὑψηλοῦ θρόνου, ἀκούσας οἰμωγῆς καὶ νομίσας νεώτερόν τι πεπρᾶχθαι περὶ τοὺς οἰκείους καὶ μεταπεμψάμενος τὸν νεανίαν, ὡς ἔγνω τὰ κατὰ τὴν μάχην, ῥᾴων ἦν ἐπὶ τὸ τοῖς παισὶ τοῖς αὐτοῦ συνενηνεγμένοις περὶ τὸ στρατόπεδον ὡς ἂν προεγνωκὼς παρὰ τοῦ θεοῦ τὸ συμβησόμενον καὶ προαπηγγελκώς· συνέχει γὰρ ἀκριβῶς τὰ κατὰ προσδοκίαν συντυχόντα τῶν δεινῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.351 Joseph. AJ 5.356 (English) >>Joseph. AJ 5.361

Powered by PhiloLogic